«Λειτουργικά» της Θείας Λειτουργίας Αγ. Ιωάννου του Χρυσοστόμου εις ήχον πλ. β΄ (υπό του †Άρχοντος Πρωτοψάλτου Κων/νου Πρίγγου).
Ψάλλει ο Ιερομόναχος Ρωμανός, αδελφός της Ι. Μονής Προφήτου Ηλιού Ρουστίκων (Ι. Μητροπόλεως Ρεθύμνης και Αυλοποτάμου) και εκφωνεί ο Ηγούμενος της Ι. Μονής Αρχιμ. Ιωάννης. Από νυκτερινή Θεία Λειτουργία στην Ι. Μονή.
Το κείμενο των ψαλλομένων: Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.-Ἀμήν./Εἰρήνη πᾶσι.-Καὶ τῷ πνεύματί σου./Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν-Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον./Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν-Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως./Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.-Καὶ μετά τοῦ πνεύματός σου./Ἄνω σχῶμεν τὰς καρδίας.-Ἔχομεν πρὸς τὸν Κύριον./Εὐχαριστήσωμεν τῷ Κυρίῳ.-Ἄξιον καὶ δίκαιον./Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·-Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις./Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.-Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.