«Λειτουργικά» της Θείας Λειτουργίας Αγ. Ιωάννου του Χρυσοστόμου εις ήχον πλ. δ΄ (υπό του †Άρχοντος Πρωτοψάλτου Κων/νου Πρίγγου).
Ψάλλει ο Ιερομόναχος Ρωμανός, αδελφός της Ι. Μονής Προφήτου Ηλιού Ρουστίκων (Ι. Μητροπόλεως Ρεθύμνης και Αυλοποτάμου) και εκφωνεί ο Ηγούμενος της Ι. Μονής Αρχιμ. Ιωάννης. Από νυκτερινή Θεία Λειτουργία στην Ι. Μονή.
Το κείμενο των ψαλλομένων:
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιον.
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.
Λάβετε, φάγετε, τοῦτό μού ἐστὶ τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, τό τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.